Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.80 Dem. 23.83 (English) >>Dem. 23.86

23.82ἆρά τις ἡμῖν ἔτι λοιπός ἐστι νόμος; δεῖξον. οὑτοσί. λέγε τοῦτον.Νόμος

ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ, ὑπὲρ τούτου τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν δίκας τοῦ φόνου ὑπόσχωσιν τοὺς ἀποκτείναντας ἐκδῶσι. τὴν δὲ ἀνδροληψίαν εἶναι μέχρι τριῶν, πλέον δὲ μή.

πολλῶν, ἄνδρες Ἀθηναῖοι, καλῶς ἐχόντων νόμων οὐκ οἶδʼ εἴ τινος ἧττον οὗτος ἔχει καλῶς καὶ δικαίως νόμος. σκέψασθε γὰρ ὡς νομίμως καὶ σφόδρʼ ἀνθρωπίνως κεῖται. 23.83ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ,” φησίν. πρῶτον μὲν δὴ τοῦτο προσγράψας τὸβιαίως,” σύμβολον πεποίηκεν γιγνώσκομεν ὅτι, ἂν ἀδίκως, λέγει. “ὑπὲρ τούτουφησὶτοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν δίκας τοῦ φόνου ὑπόσχωσιν τοὺς ἀποκτείναντας ἐκδῶσιν.” σκοπεῖσθʼ ὡς καλῶς. πρότερον μὲν ὑποσχεῖν δίκας ἀξιοῖ, μετὰ ταῦτα δέ, ἂν τοῦτο μὴ βούλωνται, προσέταξεν ἐκδοῦναι· ἐὰν δὲ μηδέτερον τούτων ἐθέλωσι, “τὸ ἀνδρολήψιόνφησινεἶναι μέχρι τριῶν, πλέον δὲ μή.” παρὰ τοίνυν ὅλον τοῦτον τὸν νόμον εἴρηται τὸ ψήφισμα. 23.84πρῶτον μὲν γάρ, “ἐάν τις ἀποκτείνῃγράφων, οὐ προσέγραψʼ ἀδίκως οὐδὲ βιαίως οὐδʼ ὅλως οὐδέν. εἶτα πρὸ τοῦ δίκην ἀξιῶσαι λαβεῖν, εὐθὺς ἔγραψεν ἀγώγιμον εἶναι. πρὸς δὲ τούτοις μὲν νόμος, ἐὰν μήτε δίκας ὑπόσχωσι παρʼ οἷς ἂν τὸ πάθος γένηται, μήτε τοὺς δεδρακότας ἐκδῶσι, κελεύει κατὰ τούτων εἶναι μέχρι τριῶν τὸ ἀνδρολήψιον·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.80 Dem. 23.83 (English) >>Dem. 23.86

Powered by PhiloLogic